Прощание Аристион с пляской
ἡ κροτάλοις ὀρχηστρὶς Ἀρίστιον, ἡ περὶ πεύκας
τῇ Κυβέλῃ πλοκάμους ῥῖψαι ἐπισταμένη,
ἡ λωτῷ κερόεντι φορουμένη, ἡ τρὶς ἐφεξῆς
εἰδυῖʼ ἀκρήτου χειλοποτεῖν κύλικας,
ἐνθάδʼ ὑπὸ πτελέαις ἀναπαύεται, οὐκέτʼ ἔρωτι,
οὐκέτʼ παννυχίδων τερπομένη καμάτοις.
κῶμοι καὶ μανίαι, μέγα χαίρετε· κεῖθʼ 〈ἱερὰ θρίξ〉
ἡ τὸ πρὶν στεφάνων ἄνθεσι κρυπτομένη.