Ампелида у винного чана
ἀμπελὶς ἡ φιλάκρητος ἐπὶ σκήπωνος ὁδηγοῦ
ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη,
λαθριδίη Βάκχοιο νεοθλιβὲς ἦρʼ ἀπὸ ληνοῦ
πῶμα Κυκλωπείην πλησομένη κύλικα·
πρὶν δʼ ἀρύσαι μογερὰν ἔκαμεν χέρα· γραῦς δὲ παλαιή,
ναῦς ἅθʼ ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος.
Εὐτέρπη δʼ ἐπὶ τύμβῳ ἀποφθιμένης θέτο σῆμα
λάινον, οἰνηρῶν γείτονα θειλοπέδων.