Мышь и струна Аполлона
Σμίνθος, ὁ παντοίης δαιτὸς λίχνος, οὐδὲ μυάγρης
δειλός, ὁ κἀκ θανάτου κέρδεα λῃζόμενος,
νευρολάλον Φοίβου χορδὴν θρίσεν ἡ δʼ ἐπὶ πῆχυν
ἑλκομένη θηρὸς λαιμὸν ἀπεβρόχισεν.
τόξων εὐστοχίην θαυμάζομεν ὃς δὲ κατʼ ἐχθρῶν
ἤδη καὶ κιθάρην εὔστοχον ὅπλον ἔχει.