Лань в рыбацкой сети
οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ
δορκάδα τὸν δʼ ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον.
ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον εἶτά με πλεκταὶ
ἕλξαν ἐπʼ αἰγιαλοὺς δικτυβόλων παγίδες.
ἤλιτον ἡ χέρσοιο μάτην φυγάς· οὐδʼ ἀδίκως με
εἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη.
οὔποτʼ ἄγρης, ἁλιῆες, ἔτʼ ἄστοχον οἴσετε χεῖρα,
χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη.