Лисидика не добралась до свадьбы
χαῖταί σου στάζουσιν ἔθʼ ἁλμυρά, δύσμορε κούρη,
ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη.
ἦ γάρ, ὀρινομένου πόντου, δείσασα θαλάσσης
ὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες.
καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα, καὶ χθόνα Κύμην,
ὀστέα δὲ ψυχρῷ κλύζετʼ ἐπʼ αἰγιαλῷ,
πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζων
ἐς γάμον, οὔτε κόρην ἤγαγεν οὔτε νέκυν.