Привитая груша
ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρης
ἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης,
ὀθνείοις ὄζοισι μετέμφυτος, ἥμερα θάλλω,
οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος.
πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖο
ἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι.