Памятник Ахаю у Аскании
ἰφθίμῳ τόδʼ ἐπʼ ἀνδρὶ φίλη πόλις ἤνυσ’ Ἀχαιῷ
γράμμα παρʼ εὐΰδρου νάμασιν Ἀσκανίης.
κλαῦσε δέ μιν Νίκαια· πατὴρ δʼ ἐπὶ οἱ Διομήδης
λάινον ὑψιφαῆ τόνδʼ ἀνέτεινε τάφον,
δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκει
υἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ.