Что сохранит надпись об Анне
Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,
τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον
(αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας
παρών), τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα,
καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν
κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,
ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην
(ἀφʼ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν
μόνανδρον ἐκλάμποντα) τὴν παρρησίαν
Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος.
πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα
καλὸν φερούσης νουθέτημα τῷ βίῳ·
εἰ δʼ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον
αὕτη παρʼ αὐτὸν τὸν τάφον τεθειμένη.