Ὕπνος ὅταν μέλιτος γλυκίων βλεφάροισιν ἐφίζει
Ὕπνος ὅταν μέλιτος γλυκίων βλεφάροισιν ἐφίζει
Ἡμῶν, καὶ μαλακῷ δέει ἄμφω φάεα δεσμῷ
Τῆμος ὑφερπύζει παμποίκιλον ἔθνος ὀνείρων,
Πολλάκι μὲν λυγροῖς φαντάσμασι, πολλάκι δ᾽ αὖτε
Τερπνοῖς ἐμπαῖζον τοῖς εὔδουσιν μερόπεσσιν.
Νῦν ἄγε δὴ, φίλε ΜΥΡΙΧ, ἐπεὶ μελετήματι δηλοῖς
Ἀκριβεῖ πᾶσαν γένεσιν καὶ φῦλον ὀνείρων,
Μισθόν τε μεγάλων καμάτων σοι ἐπεύχομαι ἡδύν.