Микены обращаются к Трое
ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶν
οἶκον ἀπʼ οὐρανίου δεξαμένη γενεῆς,
ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειον
ἀσφαλὲς Ἑλλήνων οὖσά ποθʼ ἡμιθέων,
μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη,
τῶν ἐν ἐμοὶ μεγάλων τοὔνομʼ ἔχουσα μόνον.
Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε, Μυκήνης
μηκέθʼ ὁρωομένης, ἐσσί, καὶ ἐσσὶ πόλις.