Четвёртое горе
παισὶν ἐπὶ προτέροις ἤδη τρίτον ἐν πυρὶ μήτηρ
θεῖσα, καὶ ἀπλήστῳ δαίμονι μεμφομένη,
τέτρατον ἄλγος ἔτικτε, καὶ οὐκ ἀνέμεινεν ἀδήλους
ἐλπίδας, ἐν δὲ πυρὶ ζωὸν ἔθηκε βρέφος,
οὐ θρέψω λέξασα· “τί γὰρ πλέον; Ἄϊδι μαστοὶ
κάμνετε· κερδήσω πένθος ἀμοχθότερον.”