Растения, посвящённые богам
α. εἰπὲ νομεῦ, τίνος εἰσὶ φυτῶν στίχες; β. αἱ μὲν ἐλαῖαι,
Παλλάδος· αἱ δὲ πέριξ ἡμερίδες, Βρομίου.
α. καὶ τίνος οἱ στάχυες; β. Δημήτερος. α. ἄνθεα ποίων
εἰσὶ θεῶν; β. Ἥρης καὶ ῥοδέης Παφίης.
α. Πὰν φίλε, πηκτίδα μίμνε τεοῖς ἐπὶ χείλεσι σύρων·
ἠχὼ γὰρ δήεις τοῖσδʼ ἐνὶ θειλοπέδοις.