Как не стать Гомером
οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε,
εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾷν·
οὐδὲ γὰρ εἰ κάρκαιρε, καὶ εἰ κοναβεῖ τό τε σίζει
καὶ κελάρυζε λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ.
νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι, καὶ φράσιν αὐτῶν
εἶναι κοινοτέραν, ὥστε νοεῖν ἃ λέγεις.