Надпись Аретемиады
ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων
σείονται φύλλων ἡμιθαλεῖς στέφανοι
γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν,
λευρὰ περιστέλλειν ὀστέα φατὶ τίνος. —
“ ξεῖνʼ, Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθον
εἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμαν
δισσὰ δʼ ὁμοῦ τίκτουσα, τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν
γήρως· ὃν δʼ ἀπάγω μναμόσυνον πόσιος.”