Кенотаф Тлесимена
λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο,
καὶ σκότος, Αἰγαίου τʼ οἶδμα κακὸν πελάγευς,
ταῦθʼ ἅμα πάνθʼ ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶς
ἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ.
ναυηγὸν κλαίοιτε παρʼ αἰγιαλοῖσι, γονῆες,
Τλησιμένη, κωφὴν στησάμενοι λίθακα.