Весной пора поднимать паруса
ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀνʼ οἶδμα
κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος·
ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο
ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος.
σχοίνους μηρύεσθε, ἐφʼ ὁλκάδα φορτίζεσθε
ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις.
ταῦτʼ ὔμμιν πλώουσιν ἐπʼ ἐμπορίην ὁ Πρίηπος
ὁ λιμενορμίτης ναυτιλίην γράφομαι.