Плач сов по Фенокриту
πρώιος, ἀλλὰ ποθεινὸς ὅσοι πόλιν Ἰαλύσοιο
ναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος,
δρεψάμενος σοφίην ὀλίγον χρόνον ἀμφὶ δὲ τύμβῳ
σεῖο καὶ ἀκλαυτοι γλαῦκες ἔθεντο γόον,
Φαινόκριτʼ οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸς
φθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες.