Эратосфен на чужом берегу
Πρηΰτερον γῆράς σε, καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ
ἔσβεσεν εὐνήθης δʼ ὕπνον ὀφειλόμενον,
ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη
μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων,
Ἀγλαοῦ υἱέ· φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι
πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.