Памятник Диогену у Чёрного моря
σοὶ τόδε, Διόγενες, θαλερῆς μνημήιον ἥβης
πόντῳ ἐν Εὐξείνῳ θήκατο Φρὺξ γενέτης,
φεῦ, πάτρης ἑκὰς ὅσσον. ἄγεν δέ σε νεῦμα Θεοῖο,
πατρὸς ἀδελφειῷ πένθος ὀφειλόμενον,
ὅς σε περιστείλας ἱερῇ παλάμῃ τε καὶ εὐχῇ
γείτονα τῆς μακάρων θῆκε χοροστασίης.